Books Should Be Free is now
Loyal Books
Free Public Domain Audiobooks & eBook Downloads
Search by: Title, Author or Keyword

Declaration of Faith In Latin and the Original Greek   By: (-373)

Book cover

First Page:

Declaration of Faith

In Latin and the original Greek

By Saint Athanasius

Bishop of Alexandria Doctor of the Church Who Attended the First Council of Nicaea And Fought Courageously Against the Arian Heresy

Τοῦ ἐν ἁγίοις Πατρός ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἔκθεσις πίστεως. [1]

1. Πιστεύομεν εἰς ἕνα ἀγέννητον θεόν, Πατέρα παντοκράτορα, πάντων ποιητὴν ὁρατῶν τε καὶ ἀοράτων, τὸν ἔχοντα ἀφ’ ἑαυτοῦ τὸ εἶναι· καὶ εἰς ἕνα μονογενῆ Λόγον, Σοφίαν, Υἱόν, ἐκ τοῦ Πατρὸς ἀνάρχως καὶ ἀϊδίως γεγεννημένον [2], Λόγον δὲ οὐ προφορικόν, [3] οὐκ ἐνδιάθετον, οὐκ ἀπόῤῥοιαν τοῦ τελείου, οὐ τμῆσιν τῆς ἀπαθοῦς φύσεως οὔτε προβολήν, ἀλλ’ Υἱὸν αὐτοτελῆ, ζῶντά τε καὶ ἐνεργοῦντα, τὴν ἀληθινὴν εἰκόνα τοῦ Πατρὸς [4], ἰσότιμον καὶ ἰσόδοξον· τοῦτο γάρ ἐστι, φησί, τὸ θέλημα τοῦ Πατρός, Ἵνα καθὼς τιμῶσι τὸν Πατέρα, οὕτω τιμῶσι καὶ τὸν Υἱόν . Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, ὥς φησιν Ἰωάννης ἐν Καθολικαῖς [5] τό· Ἐσμὲν ἐν τῷ ἀληθινῷ , ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστοῦ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος · παντοκράτορα ἐκ παντοκράτορος· πάντων γάρ, ὧν ἄρχει ὁ Πατὴρ καὶ κρατεῖ, ἄρχει καὶ κρατεῖ καὶ ὁ Υἱός [6]· ὅλος ἐξ ὅλου, ὅμοιος τῷ Πατρὶ ὢν, ὥς φησιν ὁ Κύριος· Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα . Ἐγεννήθη δὲ ἀνεκφράστως καὶ ἀπερινοήτως· Τὴν γὰρ γενεὰν αὐτοῦ [7]· τίς διηγήσεται; ἀντὶ τοῦ, οὐδείς· ὃς ἐπὶ συντελείᾳ τῶν αἰώνων κατελθὼν ἐκ τῶν κόλπων τοῦ Πατρὸς, ἐκ τῆς ἀχράντου Παρθένου Μαρίας τὸν ἡμέτερον ἀνείληφεν ἄνθρωπον, Χριστὸν Ἰησοῦν, ὃν ὑπὲρ ἡμῶν παθεῖν παρέδωκεν ἰδίᾳ προαιρέσει, ὥς φησιν ὁ Κύριος· Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν . Ἐν ᾧ ἀνθρώπῳ σταυρωθεὶς καὶ ἀποθανὼν ὑπὲρ ἡμῶν, ἀνέστη ἐκ νεκρῶν, καὶ [8] ἀνελήφθη εἰς οὐρανούς. Ἀρχὴ ὁδῶν κτισθεὶς ἡμῖν, ἐν τῇ γῇ ὢν, ἡμῖν ἔδειξεν ἐκ σκότους φῶς, σωτηρίαν ἐκ πλάνης, ζωὴν ἐκ νεκρῶν, εἴσοδον ἐν τῷ παραδείσῳ, ἐξ οὗ ἐκβέβληται [9] Ἀδάμ, εἰς ὃν πάλιν εἰσῆλθε διὰ τοῦ ληστοῦ, ὡς εἶπεν ὁ Κύριος· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ · εἰς ὃν καὶ ὁ Παῦλος εἰσῄει· ἄνοδόν τε εἰς οὐρανούς, ὅπου πρόδρομος εἰσῆλθεν ὑπὲρ ἡμῶν ὁ Κυριακὸς ἄνθρωπος, ἐν ᾧ μέλλει κρίνειν ζῶντας καὶ νεκρούς... Continue reading book >>




eBook Downloads
ePUB eBook
• iBooks for iPhone and iPad
• Nook
• Sony Reader
Kindle eBook
• Mobi file format for Kindle
Read eBook
• Load eBook in browser
Text File eBook
• Computers
• Windows
• Mac

Review this book



Popular Genres
More Genres
Languages
Paid Books